Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.278 Joseph. AJ 8.283 (English) >>Joseph. AJ 8.287

8.281συμβουλεύω τοιγαροῦν ὑμῖν ἔτι καὶ νῦν μεταγνῶναι καὶ λαβόντας ἀμείνω λογισμὸν παύσασθαι τοῦ πολεμεῖν καὶ τὰ πάτρια καὶ τὸ προαγαγὸν ὑμᾶς ἐπὶ τοσοῦτον μέγεθος εὐδαιμονίας γνωρίσαι.” 8.282

Ταῦτα μὲν Ἀβίας διελέχθη πρὸς τὸ πλῆθος· ἔτι δὲ αὐτοῦ λέγοντος λάθρα τινὰς τῶν στρατιωτῶν Ἱεροβόαμος ἔπεμψε περικυκλωσομένους τὸν Ἀβίαν ἔκ τινων οὐ φανερῶν τοῦ στρατοπέδου μερῶν. μέσου δʼ αὐτοῦ περιληφθέντος τῶν πολεμίων μὲν στρατιὰ κατέδεισε καὶ ταῖς ψυχαῖς ἀνέπεσεν, δʼ Ἀβίας παρεθάρρυνε καὶ τὰς ἐλπίδας ἔχειν ἐν τῷ θεῷ παρεκάλει· τοῦτον γὰρ οὐ κεκυκλῶσθαι πρὸς τῶν πολεμίων. 8.283οἱ δὲ ὁμοῦ πάντες ἐπικαλεσάμενοι τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν τῶν ἱερέων τῇ σάλπιγγι σημανάντων ἀλαλάξαντες ἐχώρησαν ἐπὶ τοὺς πολεμίους· καὶ τῶν μὲν ἔθραυσε τὰ φρονήματα καὶ τὰς ἀκμὰς αὐτῶν ἐξέλυσεν θεός, τὴν δὲ Ἀβία στρατιὰν ὑπερτέραν ἐποίησεν· 8.284ὅσος γὰρ οὐδέποτʼ ἐμνημονεύθη φόνος ἐν πολέμῳ γεγονέναι οὔθʼ Ἑλλήνων οὔτε βαρβάρων, τοσούτους ἀποκτείναντες τῆς Ἱεροβοάμου δυνάμεως θαυμαστὴν καὶ διαβόητον νίκην παρὰ τοῦ θεοῦ λαβεῖν ἠξιώθησαν· πεντήκοντα γὰρ μυριάδας τῶν ἐχθρῶν κατέβαλον καὶ τὰς πόλεις αὐτῶν διήρπασαν τὰς ὀχυρωτάτας ἑλόντες κατὰ κράτος, τήν τε Βηθήλην καὶ τὴν τοπαρχίαν αὐτῆς καὶ τὴν Ἰσανὰν καὶ τὴν τοπαρχίαν αὐτῆς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.278 Joseph. AJ 8.283 (English) >>Joseph. AJ 8.287

Powered by PhiloLogic